Νίκανδρος ἐν τῇ οἰκίᾳ ἐστίν. ἆρα Νίκανδρός ἐστιν ἀνήρ; οὐχί, ἔστιν παῖς μικρός. Νίκανδρος οὐδὲν βλέπει. ἀκούει καὶ οὐδέν. Νίκανδρος Ἀμβροσίαν καλεῖ, «Ἀμβροσία!» Ἀμβροσία οὐκ ἀκούει καὶ οὐκ ἀποκρίνεται. τί; Ἀμβροσία οὐκ ἀκούει ὅτι οὐκ ἐν τῇ οἰκίᾳ. Νίκανδρος δακρύει.
Ἀμβροσία ἔρχεται ἀλλὰ Νίκανδρος οὐκ ἀκούει. διὰ τί ὁ παῖς αὐτὴν οὐκ ἀκούει καὶ βλέπει; Νίκανδρος οὐκ βλέπει καὶ ἀκούει ὅτι δακρύει. Ἀμβροσία Νίκανδρον βλέπει καὶ γελᾷ «ἃ ἅ!» Ἀμβροσία πονηρά ἐστιν. Ἀμβροσία λέγει «σιγᾶ, ὦ παῖς μικρός!»
Νίκανδρὸς αὐτὴν ἀκούει. Νίκανδρος ὀργίζεται. διὰ τί ὁ παῖς ὀργίζεται; Νίκανδρος ὀργίζεται ὅτι Ἀμβροσία γελᾷ. Νίκανδρος ἔρχεται καὶ Ἀμβροσίαν παίει. τίνα Νίκανδρος παίει; παίει Ἀμβροσίαν. Ἀμβροσία ὀργίζεται ὅτι Νίκανδρος αὐτὴν παίει. Ἀμβροσία Νίκανδρον παίει καὶ Νίκανδρος δακρύει.
Σέλευκος ὅς ἐστιν δοῦλος Μελανθίου ἔρχεται. Νίκανδρος ἔτι δακρύει. Ἀμβροσία καὶ ἔτι ὀργίζεται. Σέλευκος βλέπει Νίκανδρον ὃς δακρύει καὶ Ἀμβροσίαν ὃς ὀργίζεται. Σέλευκος λέγει «ὦ παιδία, σιγᾶτε.»
Νίκανδρος ὀργίζεται καὶ λέγει «σιγᾶ, ὦ δοῦλε. Ἀμβροσία με παίει.»
Σέλευκος ἀποκρίνεται «ὦ υἱὲ Μελανθίου, ὁ ἀγαθὸς παῖς οὐ δακρύει. ὦ Ἀμβροσία, ἡ ἀγαθὴ θυγάτηρ οὐκ ὀργίζεται καὶ οὐ παίει.» καλεῖ «θεόφραστε!» Θεόφραστος καθεύδει καὶ οὐκ ἔρχεται. καλεῖ καὶ «θεόφραστε!» Θεόφραστος οὐκ ἔτι ἀκούει ὅτι καθέυδει.
Βερενίκη ἀκούει καὶ ἔρχεται. ὁ υἱὸς τῆς Βερενίκης, Νίκανδρος, ἐν τῇ οἰκίᾳ ἐστίν. ἡ θυγάτηρ αὐτῆς, Ἀμβροσία, καὶ ἐν τῇ οἰκίᾳ ἐστίν. τὰ δύο παιδία αὐτῆς ἐν τῇ οἰκίᾳ εἰσίν. ἆρα οἱ δύο δοῦλοι τῆς Βερενίκης ἐν τῇ οἰκίᾳ; ναί, Σέλευκος καὶ Θεόφραστός εἰσιν ἐν τῇ οἰκίᾳ ἀλλὰ Θεόφραστος κεθεύδει.
Βερενίκη λέγει «διὰ τί Ἀβροσία ὄργιζεται καὶ Νίκανδρος ὄργιζεται;»
Σέλευκος ἀποκρίνεται «Ἀμβροσία ἐστὶν πονηρά καὶ πονηρός ἐστιν Νίκανδρος. τὰ δύο παιδία εἰσιν πονηρά.»
Ἀμβροσία λέγει «σιγᾶ, δοῦλε.»
Βερενίκη ἀποκρίνεται «σιγᾶ, δοῦλε. σιγᾶτε, παιδία.»
τίς Σέλευκον παίει; οὐδεὶς Σέλευκον παίει.
τίς Νίκανδρον παίει; Ἀμβροσία αὐτὸν παίει. διὰ τὶ Ἀμβροσία παίει αὐτόν; παίει Νίκανδρον ὅτι αὐτὸς δακρύει καὶ Ἀμβροσία ἐστὶν πονηρά.
πόσα παιδία ἐν τῇ οἰκίᾳ; δύο παιδία ἐν τῇ οἰκίᾳ εἰσίν. πόσοι δοῦλοι ἐν τῇ οἰκίᾳ; δύο δοῦλοι ἐν τῇ οἰκίᾳ εἰσίν. πόσαι γυναῖκες ἐν τῇ οἰκίᾳ εἰσίν; γυνὴ μία ἐστὶν ἐν τῇ οἰκίᾳ.
τίς καθεύδει; εἷς δοῦλος, Θεόφραστος, καθεύδει.