Μελάνθιος οἰκεῖ ἐν τῷ Κνωσῷ. τίς ἐστιν ὁ Κνωσός; ὁ Κνωσός ἐστι πόλις. ποῦ ἐστιν ὁ Κνωσός; ὁ Κνωσός ἐστι πόλις ἐν τῇ Κρήτῃ. ἆρα Κρήτη νῆσος; ναί, ἡ Κρήτη ἐστὶ νῆσος. ἐν τῷ Κνωσῷ καὶ ἐν τῇ Κρήτῃ Μελάνθιος οἰκεῖ. ἡ Κρήτη ἐστὶ νῆσος ἐν τῇ ἀρχῇ τῇ Ῥωμαϊκῇ.
ὁ δὲ Μελάνθιός ἐστιν ἀνὴρ Ἑλληνικός. ἡ οἰκία τοῦ Μελανθίου ἐν τῷ Κνωσῷ ἐστιν. ἐν τῷ Κνωσῷ εἰσι πολλαὶ οἰκίαι. Κνωσός ἐστι πόλις μεγάλη. ἆρα ἡ οἰκία τοῦ Μελανθίου μεγάλη; οὐχί, οἰκία ἐστὶ μικρά. ἐν τῇ οἰκίᾳ εἰσὶν εἷς ἀνὴρ καὶ μία γυνὴ καὶ εἷς υἱὸς καὶ μία θυγάτηρ καὶ δύο δοῦλοι.
Σέλευκὸς δέ ἐστι δοῦλος. ὁ Σέλευκός ἐστι Συριακός. ἡ πόλις τοῦ Σελεύκου ἐστὶν Ἀντιόχεια, ἀλλὰ οὐκ οἰκεῖ ἐν τῇ Ἀντιοχείᾳ. τί; Σέλευκος ἐν τῇ οἰκίᾳ τοῦ Μελανθίου οἰκεῖ. τί; Σέλευκός ἐστιν ὁ δοῦλος τοῦ Μελανθίου. Μελάνθιός ἐστιν ὁ δεσπότης τοῦ Σελεύκου. Σέλευκός ἐστιν ἀνήρ. Μελάνθιος καί ἐστιν ἀνήρ. Μελάνθιος καὶ Σέλευκός εἰσιν ἄνδρες ἀλλὰ Μελάνθιος δεσπότης ἐστίν.
Θεόφραστος καί ἐστι δοῦλος. Θεόφραστος οὐ Συριακός ἐστιν. Θεόφραστος οὐκ ἐστὶν Ῥωμαϊκός. Θεόφραστος Ἑλληνικός ἐστιν.
Βερενίκη δὲ οἰκεῖ ἐν τῇ οἰκίᾳ. τίς ἐστι Βερενίκη; Βερενίκη ἐστὶ γυνὴ τοῦ Μελανθίου. Βερενίκη ἐστὶν ἡ δέσποινα τοῦ Σελεύκου καὶ τοῦ Θεοφράστου. Σέλευκος καὶ Θεόφραστός εἰσιν οἱ δοῦλοι τοῦ Μελανθίου καὶ τῆς Βερενίκης.
τίς ἐστὶ θυγάτηρ; ἡ θυγάτηρ ἐστὶν Ἀμβροσία. ὁ πατὴρ τῆς Ἀμβροσίας ἐστὶ Μελάνθιος. ἡ Βερενίκη ἐστὶν ἡ μήτηρ τῆς Ἀμβροσίας. Ἀμβροσία ἐστὶ κορή.
ὁ δὲ υἱὸς τοῦ Μελενθίου οἰκεῖ ἐν τῇ οἰκίᾳ. τίς ἐστιν ὁ υἱός; ὁ υἱός ἐστι Νίκανδρος. ὁ Νίκανδρός ἐστιν ὁ υἱὸς τοῦ Μελανθίου καὶ τῆς Βερενίκης. ὁ Μελάνθιός ἐστιν ὁ πατὴρ τοῦ Νικάνδρου. τίς ἐστιν ἡ μήτηρ τοῦ Νικάνδρου; ἡ Βερενίκη ἐστὶν ἡ μήτηρ τοῦ Νικάνδρου. Νίκανδρος οὐκ ἐστὶν ἀνὴρ ἀλλά ἐστι παῖς.